Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 102
Dioscurides Pedianus, De materia medica 102.1
Not analysed yet
102 καὶ τὸ ἐκ τῆς τήλεως ἄλευρον, ἥν ἔνιοι βούκερων, οἱ δὲ αἰγόκερας, οἱ δὲ κάρφος, οἱ δὲ λωτόν, οἱ δὲ κέρας αἴγειον ἐκάλεσαν, δύναμιν ἔχει μαλακτικήν. καταπλασσόμενον δὲ λεῖον σύν μελικράτῳ ἐφθὸν ποιεῖ πρὸς φλεγμονὰς τὰς ἐντὸς καὶ ἐκτός, σὺν νίτρῳ δὲ καὶ ὄξει λεῖον καταπλασθὲν σπλῆνα μειοῖ. τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα εἰς τὰ γυναικεῖα, ὅσα κατὰ φλεγμονὴν ἢ μύσιν συνίσταται.