# De materia medica 103.3

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/103.3

τῶν μὲν οὖν πρώτων δύο ἡ ῥίζα στυπτική· ὅθεν διαρροιζομένοις 3 ὅσον ἀστράγαλος σὺν οἴνῳ ὠφελίμως ἐν ποτῷ δίδοται· τὸ δὲ ἀφέψημα αὐτῆς ῥήγμασι καὶ σπάσμασι καὶ θλάσμασι καὶ βηχὶ παλαιᾷ ἀρήγει, ὀδονταλγίαν τε πραΰνει διακλυζόμενον. ἡ δὲ χρυσοειδὴς τὰ ἄνθη τρίχας βάπτει καὶ ὅπου ἂν τεθῇ σίλφας συνάγει. τὰ δὲ φύλλα ἑφθὰ ἐν ὕδατι πρὸς οἰδήματα καὶ ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται, καὶ πρὸς σφακελίζοντα ἕλκη σὺν μέλιτι ἢ οἴνῳ, σὺν δὲ ὄξει τραύματα θεραπεύει καὶ σκορπιοπλήκτοις βοηθεῖ. τὰ δὲ τῆς ἀγρίας φύλλα πυρικαύτων ἐστὶ κατάπλασμα, τὰ δὲ τῆς θηλείας φύλλα φασὶ μετὰ σύκων ξηρῶν συντιθέμενα ἄσηπτα αὐτὰ διαφυλάσσειν.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
