Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 107
Dioscurides Pedianus, De materia medica 105.106.107.2
Not analysed yet
βέλτιον δὲ τὸ ἴδιον 2 ἔργον ἀποτελεῖ πρὸς τὰ ῥεύματα τῆς κοιλίας, μιγείσης αὐτῷ σέριδος ἢ κιχορίου ἢ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σεύτλου μέλανος ἢ μύρτων ἢ σιδίων ἢ οὔων ξηρῶν ἢ μεσπίλων ἢ κυδωνίων ἢ ἀπίων ἢ φοινίκων Θηβαικῶν ἢ κηκίδων ὁλοκλήρων, αἵτινες μετὰ τὴν ἓψησιν ῥίπτονται, ἢ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα· δεῖ δὲ τὸ ὄξος ἐπιμελῶς συγκαθεψεῖν αὐτῷ, εἰ δὲ μή γε, ταράττει τὴν κοιλίαν καὶ ἀνατροπὴν δὲ στομάχου περιπτισθέντες τριάκοντα φακοὶ καὶ καταποθέντες ὠφελοῦσι. παρηγορεῖ δὲ καὶ ποδάγρας σύν ἀλφίτῳ ἑφθὸς καταπλασθείς, μετὰ μέλιτος δὲ κόλπους κολλᾷ, ἐσχάρας περιρρήττει, ἕλκη τε ἀνακαθαίρει, σὺν ὄξει δὲ ἑψηθεὶς σκληρώματα καὶ χοιράδας διαχεῖ.