Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 114
Dioscurides Pedianus, De materia medica 105.106.112.114.2
Not analysed yet
πάντων δὲ τὸ λάχανον μαλάσσει κοιλίαν ἑψηθέν. αὐτὸ δὲ 2 ὠμὸν καταπλασσόμενον μελικηρίδας σὺν ῥοδίνῳ ἡ κρόκῳ διαφορεῖ. τὸ δὲ σπέρμα τοῦ ἀγρίου καὶ τοῦ ἀξυλαπάθου καὶ τῆς ὀξαλίδος πίνεται ὠφελίμως μεθʼ ὕδατος ἢ οἴνου πρὸς δυσεντερίαν καὶ κοιλιακὴν διάθεσιν καὶ ἄσην στομάχου καὶ πρὸς σκορπίου πληγήν καὶ εἰ προπίοι δέ τις, οὐδὲν πείσεται πληγείς. αἱ δὲ ῥίζαι αὐτῶν, ἑφθαί τε καὶ ὠμαὶ σὺν ὄξει καταπλασθεῖσαι, θεραπεύουσι λέπρας, λειχῆνας, ὄνυχας λεπρούς· δεῖ δὲ προανατρίβειν τὸν τόπον ἐν ἡλίῳ νίτρῳ καὶ ὄξει· πραύνει δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον ἢ τῷ λουτρῷ μειγνύμενον.