Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 118
Dioscurides Pedianus, De materia medica 105.106.112.118.1
Not analysed yet
118 μολόζη· ἐδωδιμωτέρα ἡ κηπευτὴ μᾶλλον τῆς χερσαίας, κακοστόμαχος δὲ καὶ εὐκοίλιος, καὶ μᾶλλον οἱ καυλοί, ἐντέροις δὲ καὶ κύστει ὠφέλιμος. δύναμιν δὲ ἔχει τὰ φύλλα ὠμὰ μασηθέντα καὶ ἐπιπλασθέντα σθέντα μετʼ ὀλίγων ἁλῶν αἰγιλώπια ἀνασκευάζειν· πρὸς μέντοι τὴν ἀπούλωσιν δίχα τῶν ἁλῶν χρηστέον αὐτῇ. ποιεῖ δὲ καὶ πρὸς σφηκῶν καὶ μελισσῶν πληγὰς καταπλασσομένη· κἂν περιχρίσηται δέ τις αὐτοῖς ὠμοῖς λείοις σὺν ἐλαίῳ, ἄπληκτος διαμένει· μετὰ δὲ οὔρου καταπλασθέντα ἀχῶρας καὶ πίτυρα ἰᾶται.