Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 129
Dioscurides Pedianus, De materia medica 105.106.112.120.129
Not analysed yet
129 κρῆθμον θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφές, περὶ πῆχυν τὸ ὕψος, φυόμενον ἐν πετρώδεσι καὶ παραθαλασσίοις τόποις, φύλλοις περίπλεον λιπαροῖς καὶ ὑπολεύκοις, τοῖς τῆς ἀνδράχνης παρεοικόσι, πλατυτέροις μέντοι καὶ ἐπιμηκεστέροις, ἁλμυρίζουσι δὲ πρὸς τὴν γεῦσιν· ἄνθη λευκά, τὸν δὲ καρπὸν ὥσπερ λιβανωτίδος, μαλακόν, εὐώδη, στρογγύλον, ὅς ξηρανθεὶς διίσταται καὶ ἔνδον ὡς πυρὸν ἔχει τὸ σπέρμα, ῥίζας δὲ δακτύλου τὸ πάχος τρεῖς ἢ τέσσαρας, εὐώδεις, ἡδείας. δύναται δὲ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ἡ ῥίζα ἐναφεψηθέντα οἴνῳ καὶ πινόμενα βοηθεῖν δυσουροῦσι καὶ ἰκτερικοῖς· κινεῖ καὶ καταμήνια, καὶ λαχανεύεται ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον. καὶ ταριχεύεται δὲ ἐν ἅλμῃ.