Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 131
Dioscurides Pedianus, De materia medica 105.106.112.120.131
Not analysed yet
131 σόγχου δύο ἐστὶν εἴδη· τὸ μὲν γάρ ἐστιν ἀγριώτερον καὶ ἀκανθωδέστερον τὸ δὲ τρυφερώτερον καὶ ἐδωδιμώτερον· καυλὸς δὲ γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα δὲ ἔχει ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν. δύναμις δὲ αὐτῶν ἐστι ψυκτική, μετρίως ὑποστύφουσα, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενα ἁρμόζουσιν· ὁ δὲ χυλὸς καταρροφούμενος δηγμοὺς στομάχου παύει καὶ γάλα κατασπᾷ, προστεθεὶς δὲ ἐν ἐρίῳ δακτυλίου καὶ μήτρας φλεγμοναῖς βοηθεῖ. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.