Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 133
Dioscurides Pedianus, De materia medica 105.106.112.120.133.2
Not analysed yet
καὶ ἡ ῥίζα δὲ πρόσφατος ποιεῖ εἰς τὰ αὐτά, βαπτομένης 2 εἰς αὐτὴν βελόνης καὶ προσαγομένης ταῖς θριξίν· ἁρμόζει δὲ καὶ πρὸς ἔχεις σὺν οἴνῳ πινομένη, καὶ κοιλίαν ἵστησιν ὁ χυλὸς αὐτῆς ἑψηθεὶς σὺν οἴνῳ καὶ ποθείς, καὶ καθʼ ἑαυτόν. ἐστι δὲ καὶ ἕτερον εἶδος χονδρίλης, φύλλον δὲ ἔχει περιβεβρωμένον, πρόμηκες, ἐπὶ γῆς ἐστρωμένον καυλὸν δὲ ὀποῦ μεστόν, ῥίζαν δὲ λεπτήν, ἔπακμον, κούφην, στρογγύλην, ὑπόξανθον, ὀποῦ μεστήν. δύναμιν δʼ ἔχει ὁ καυλὸς καὶ τὰ φύλλα πεπτικήν. ὁ δὲ ὀπὸς τριχῶν τῶν ἐν βλεφάροις ἀνακολληνικός. φύεται δὲ ἐν γεώδεσι καὶ ἐργασίμοις χωρίοις.