Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 136
Dioscurides Pedianus, De materia medica 105.106.112.120.136.2
Not analysed yet
2 ἐκκαυλήσασαι δὲ ἔχουσι παρεμφέρον τι τῇ τοῦ χυλοῦ καὶ ὀποῦ δυνάμει τῇ τῆς ἀγρίας θρίδακος. ἡ δὲ ἀγρία θρίδαξ ἔοικε τῇ ἡμέρῳ, καυλωδεστέρα καὶ τοῖς φύλλοις λευκοτέρα καὶ ἰσχνοτέρα καὶ τραχυτέρα ὑπάρχουσα, πικρὰ δὲ πρὸς τὴν γεῦσιν. ὡμοίωται δὲ κατὰ ποσὸν τῇ δυνάμει μήκωνι, ὅθεν καὶ τὸν ὀπὸν αὐτῆς ἔνιοι μίσγουσι τῷ μηκωνίῳ. καθαίρει δὲ μετ᾿ ὀξυκράτου ποθεὶς ὁ ὀπὸς ἀβολῶν δυεῖν ὁλκὴ ὑδατώδη, ἀποκαθαίρει καὶ ἄργεμα καὶ ἀχλῦς, ποιεῖ καὶ πρὸς ἐπικαύσεις ἐγχριόμενος σὺν γυναικείῳ γάλακτι.