Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 140
Dioscurides Pedianus, De materia medica 105.106.112.120.140
Not analysed yet
140 εὔζωμον πλεῖον βρωθὲν συνουσίαν παρορμᾷ, καὶ τὸ σπέρμα δʼ αὐτοῦ τὸ αὐτὸ ποιεῖ, οὐρητικὸν ὑπάρχον καὶ πεπτικὸν καὶ εὐκοίλιον· χρῶνται δὲ τῷ σπέρματι καὶ εἰς τὰς ἀρτύσεις τῶν ἑψημάτων. ἀποτίθενται δὲ αὐτὸ πρὸς τὸ πλείονα μένειν χρόνον γάλακτι ἢ ὄξει φυρῶντες καὶ ἀναπλάσσοντες τροχίσκους. γίνεται δὲ καὶ ἄγριον εὔζωμον, μάλιστα δὲ ἐν τῇ κατὰ τὴν ἑσπέραν Ἰβηρίᾳ, οὗ τῷ σπέρματι καὶ ἀντὶ σινἡπεως οἱ τῇδε ἄνθρωποι χρῶνται. ἔστι δὲ οὐρητικώτερον καὶ δριμύτερον πολλῷ τοῦ ἡμέρου.