Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 144
Dioscurides Pedianus, De materia medica 105.106.112.120.144
Not analysed yet
144 ὄρνιθος γάλα καυλίον ἐστὶ τρυφερόν, λεπτόν, ὑπόλευκον, ὡς δισπιθαμιαῖον, ἄνω παραφυάδας ἔχον τρεῖς ἢ τέσσαρας ἁπαλάς, ἀφ᾿ ὧν ἄνθη ἔξωθεν μὲν βοτανώδη, ἀνοιχθέντα δὲ γαλακτίζοντα, καὶ μεταξὺ αὐτῶν κεφάλιον ὡς κάχρυ ἐντετμημένον, μετ᾿ ἄρτου ὡς μελάνθιον συνοπτώμενον. ῥίζα δὲ βολβοειδής, ἐσθιομένη ὠμή τε καὶ ἑφθὴ καὶ ὀπτή. 145 ὕδνον ῥίζα ἐστὶ περιφερἡς, ἄφυλλος, ἄκαυλος, ὑπόξανθος, ἔαρος ὀρυττομένη. ἐδώδιμος δέ ἐστιν ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη.