Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 148
Dioscurides Pedianus, De materia medica 105.106.112.120.148.1
Not analysed yet
148 ἀφάκη θάμνος ἐστὶν ἐν ἀρούραις φυόμενος, φακοῦ ὑψηλότερος, λεπτόφυλλος, τὰ δὲ ἀπ᾿ αὐτοῦ θυλάκια μείζονα τῶν τοῦ φακοῦ, περιεκτικὰ σπερματίων τριῶν ἤ τεσσάρων μελάνων, μικροτέρων φακοῦ. δύναμιν δὲ ἔχει τὰ σπερμάτια στυπτικήν, ὅθεν ἵστησι ῥεῦμα κοιλίας καὶ στομάχου ψρυγόμενα καὶ ἑψὁμενα ὥσπερ φακός. 149 πράσονκεφα λωτὸν φυσῶδες, κακόχυμον, δυσόνειρον, οὐρητικόν, εὐκοίλιον, λεπτυντικόν, ἀμβλυωπίας ποιητικόν, καταμηνίων ἀγωγόν, βλαπτικὸν κύστεως εἱλκωμένης καὶ νεφρῶν, συνεψηθὲν δὲ πτισάνῃ καὶ βρωθὲν ἀνάγει τὰ ἐκ θώρακος. ἡ δὲ κόμη αὐτοῦ ἑψηθεῖσα ἐν θαλάσσῃ καὶ ὄξει εἰς ἐγκάθισμα χρησιμεύει πρὸς μύσιν καὶ σκληρίαν ὑστέρας· ἀπογλυκαίνεται δὲ καὶ ἀφυσότερον γίνεται δυσὶν ὕδασιν ἑψηθὲν καὶ ἀποβραχὲν ἐν ὕδατι ψυχρῷ.