Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 152
Dioscurides Pedianus, De materia medica 105.106.112.120.152.3
Not analysed yet
καὲν δὲ καὶ 3 φυραθὲν μέλιτι ὑπώπια καὶ ἀλωπεκίας ἰᾶται καταχριόμενον, ἐπὶ δὲ τῶν ἀλωπεκιῶν σὺν ναρδίνῳ μύρῳ σὺν ἁλσὶ δὲ καὶ ἐλαίῳ ἐξανθήματα θεραπεύει· ἀφίστησι δὲ καὶ φακοὺς καὶ λειχῆνας καὶ ἀχῶρας, πίτυρα, ἀλφούς, λέπρας σὺν μέλιτι. μετὰ δᾳδίου δὲ καὶ λιβανωτοῦ καθεψηθὲν τὰς ὀδονταλγίας διακρατούμενον ἐν τῷ στόματι κουφίζει, μυγαλῆς τέ ἐστι κατάπλασμα σὺν συκῆς φύλλοις καὶ κυμίνῳ. τῆς δὲ κόμης τὸ ἀπόζεμα ἐγκάθισμα ἐμμήνων καὶ δευτέρων ἀγωγὸν, καὶ ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτά, τὸ δὲ ἐξ αὐτοῦ καὶ τῆς μελαίνης ἐλαίας γινόμενον τρίμμα, καλούμενον δὲ μυττωτόν, βιβρωσκόμενον οὔρησιν κινεῖ καὶ ἀναστομοὶ, χρήσιμον δὲ καὶ ὑδρωπιῶσίν ἐστιν.