Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 154
Dioscurides Pedianus, De materia medica 105.106.112.120.154.1-2
Not analysed yet
προσαχθὲν δὲ τοῖς μυκτῆρσι λεῖον πταρμοὺς κινεῖ, καὶ ἐπιλημπτικοὺς καὶ ὑστερικῶς πνιγομένας διεγείρει, καὶ ἐπὶ ληθαργικῶν καταπλάσσεται ξυρηθείσης τῆς κεφαλῆς. μιγὲν δὲ σύκοις καὶ ἐπιτεθὲν ἄχρι φοινίξεως ἁρμόζει πρὸς ἰσχιάδας, σπλῆνας καὶ καθόλου πᾶν χρόνιον ἄλγημα, ὅπου μεταγαγεῖν τι ἐκ βάθους εἰς τὴν ἐπιφάνειαν βουλόμεθα τῷ τῆς ἑτεροπαθείας λόγῳ· θεραπεύει καὶ ἀλωπεκίας καταπλασθέν, πρόσωπόν τε καθαίρει καὶ ὑπώπια αἴρει σὺν μέλιτι στέατι ἢ κηρωτῇ.