# De materia medica 105.106.112.163

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 163. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/105.106.112.163

163 στρούθιον, ᾧ οἱ ἐριοπλύται χρῶνται πρὸς κάθαρσιν τῶν ἐρίων, γνώριμόν ἐστιν, οὗ ἡ ῥίζα δριμεῖα καὶ οὐρητική, βοηθοῦσα ἡπατικοῖς, βηξίν, ἀρθοπνοίαις, ἰκτέρῳ σὺν μέλιτι κοχλιαρίου πλῆθος λαμβανομένη, κοιλίαν τε ὑπάγει. σὺν δὲ πάνακι καὶ καππάρεως ῥίζῃ λημφθὲν λίθους θρύπτει καὶ ἐξουρεῖν ποιεῖ καὶ σπλῆνα ἐσκιρρωμένον τήκει, προστεθὲν δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει ἐνεργῶς, σὺν ἀλφίτῳ δὲ καὶ ὄξει καταπλασθὲν λέπρας αἴρει· διαφορεῖ καὶ τὰ φύματα σὺν ἀλεύρῳ κριθίνῳ καὶ οἴνῳ ἑψηθέν. μείγνυται δὲ καὶ κολλυρίοις ὀξυδερκέσι καὶ μαλάγμασι· κινεῖ δὲ καὶ πταρμούς, καὶ εἰς τὰς ῥῖνας δὲ ἐγχεόμενον λεῖον μετὰ μέλιτος καθαίρει διὰ στόματος.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
