Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Section 2
Dioscurides Pedianus, De materia medica 105.106.2
Not analysed yet
2 ῥίζα δὲ ὕπεστι παχυτέρα καλάμου, βιβρωσκομένη ἑφθή τε καὶ ὠμή, κολοκάσιον καλουμένη. ὁ δὲ κύαμος βιβρώσκεται μὲν καὶ χλωρός, ξηρανθεὶς δὲ γίνεται μέλας καὶ μείζων τοῦ Ἑλληνικοῦ, ἔχων δύναμιν στυπτικὴν καὶ εὐστόμαχον. ἁρμόζει δὲ κοιλιακοῖς καὶ δυσεντερικοῖς τὸ ἐξ αὐτῶν ἄλευρον ἐπιπασσόμενον ἀντὶ ἀλφίτου τῷ ποτῷ, καὶ πολτοποιούμενον δὲ δίδοται. τὰ δὲ λέπη μᾶλλον ποιεῖ ἑψόμενα ἐν οἰνομέλιτι καὶ ποτιζόμενα πλῆθος κυάθων τριῶν· καὶ πρὸς ὠταλγίαν δὲ ποιεῖ τὸ ἐν μέσῳ χλωρὸν αὐτῶν, πικρὸν δὲ κατὰ τὴν γεῦσιν, λεῖον σύν ῥοδίνῳ ἐνσταζόμενον.