Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 167
Dioscurides Pedianus, De materia medica 105.167
Not analysed yet
167 ἄρον τὸ καλούμενον παρὰ Σύροις λοῦφα. φύλλα ἀνίησιν ἅμοια τοῖς τοῦ δρακοντίου, μικρότερα δὲ καὶ ἀσπίλωτα, καυλὸν σπιθαμιαῖον, ὑποπόρφυρον, ὑπεροειδῆ, ἐφ᾿ οὗ ὁ καρπὸς κροκίζων· ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἐσθίεται ἑψομένη ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν, καὶ καθ᾿ ἑαυτὰ ξηρανθέντα ἑψόμενα ἐσθίεται. δύναμιν δὲ ἔχει τὸ σπέρμα καὶ τὰ φύλλα καὶ ἡ ῥίζα τὴν αὐτὴν τῷ δρακοντίῳ. ποιεῖ δὲ ἡ ῥίζα καταπλασσομένη σὺν βολβίτῳ ἐπὶ ποδαγρικῶν. ἀποτίθεται δὲ ὡς ἡ τοῦ δρακοντίου, καὶ καθ ὅλου ἐστὶν ἐδώδιμος διὰ τὸ μὴ λίαν δριμύ.