Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 171
Dioscurides Pedianus, De materia medica 105.171.2
Not analysed yet
2 καὶ ἕψεται δὲ ἐντμηθεῖσα, ἀποχεομένου τοῦ πρώτου ὕδατος, ἑτέρου δὲ ἐπιχεομένου, ἄχρι ἂν μὴ πικρὸν ἢ δριμὺ γένηται τὸ ὕδωρ, καὶ ξηραίνεται δὲ ἐν σκιᾷ τμηθεῖσα καὶ διαιρεθεῖσα λιναρίῳ, ὡς μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους. τῇ μὲν οὖν τμητῇ εἰς οἶνον καὶ ὄξος καὶ ἔλαιον σκιλλητικὸν χρώμεθα, πρὸς δὲ ῥαγάδας τὰς ἐν ποσὶ τὸ ἔνδον τῆς ὠμῆς σὺν ἐλαίῳ ζεσθὲν ἢ σὺν ῥητίνη τηχθὲν ἐπιτίθεται, ἐχεοδήκτοις τε κατάπλασμα ἑψηθεῖσα θεῖσα σὺν ὄξει.