# De materia medica 105.173.3

Dioscurides Pedianus, De materia medica, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 173. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/105.173.3

τῆς δὲ ῥίζης ὁ φλοιὸς ξηρὸς πρός τε τὰ προειρημένα 3 ἁρμόζει καὶ ἀνακαθαίρει πᾶν χρόνιον καὶ ῥυπαρὸν καὶ τετυλωμένον ἕλκος· καταπλάσσεται δὲ καὶ ἐπὶ τῶν σπληνικῶν σὺν ὠμῇ λύσει, δακνομένη τε τῷ πονοῦντι ἀδόντι βοηθεῖ, ἀλφούς τε λευκοὺς ἀποσμήχει σὺν ὄξει λεία. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα λεανθέντα σκληρίας καὶ χοιράδας διαφορεῖ, σκώληκάς τε τοὺς ἐν ὠσὶν ὁ χυλὸς ἐγχυματισθεὶς κτείνει. ἡ μέντοι Λιβυκὴ κάππαρις, γεννωμένη δὲ κατὰ τοὺς Μαρμαρίδας λεγομένους, ἐμπνευματοῖ ἰσχυρῶς, ἐμετικὴ δὲ τυγχάνει ἡ ἐν Ἀπουλίᾳ· ἡ μέντοι γε ἐκ τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀραβίας δριμυτάτη, φλυκταίνουσα τὸ στόμα καὶ διασήπουσα τὰ οὖλα ἄχρι γυμνώσεως, ὅθεν πρὸς βρῶσίν ἐστιν ἄθετος.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
