Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 175
Dioscurides Pedianus, De materia medica 105.175.1
Not analysed yet
175 βατράχιον· οἱ δὲ σέλινον ἄγριον καλοῦσι. τούτου πλείονά ἐστιν εἴδη, δύναμις δὲ μία, δριμεῖα καὶ ἄγαν ἑλκωτικήἔχει δὲ τὸ μὲν αὐτῶν φύλλα ὅμοια κορίῳ, πλατύτερα δὲ καὶ ὑπόλευκα καὶ λιπαρά, ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν, καυλὸν δ᾿ οὐ παχύν, ὕψος δὲ ὅσον πήχεως, ῥίζαν μικράν, λευκήν, πικράν, ἔχουσαν ἀποφύσεις ὡς ἐλλεβόρου· φύεται δὲ παρὰ ῥείθροις. ἔστι δὲ καὶ ἕτερον εἶδος χνοωδέστερον καὶ μακροκαυλότερον, ἐντομάς ἔχον πλείους τῶν φύλλων, πλεῖστον ἐν Σαρδονίᾳ γεννώμενον, δριμύτατον, δ δὴ καὶ σέλινον ἄγριον καλοῦσι· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τὸ ἄνθος χρυσῷ ὅμοιον· καὶ τέταρτον ἐοικὸς τούτῳ, ἄνθη γαλακτίζον.