Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 176
Dioscurides Pedianus, De materia medica 105.176.1
Not analysed yet
176 ἀνεμώνη, οἱ δὲ ἀργεμώνιον, οἱ δὲ ἠρέμιον καλοῦσι. δισσή, ἡ μὲν ἀγρία ἡ δὲ ἥμερος. καὶ τῆς ἡμέρου ἡ μέν τις φοινίκεα φέρει τὰ ἄνθη ἡ δὲ ὑπόλευκα, γαλακτίζοντα ἢ πορφυρᾶ. φύλλα δὲ κοριοειδῆ, λεπ\τοσχιδέστερα τὰ πρὸς τῇ γῇ, καυλία χνοώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων, οἱονεὶ γόνασι διειλημμένη. ἡ δὲ ἀγρία κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα, καὶ τὴν κεφαλὴν ἐπιμηκεστέραν ἔχει, ἄνθος φοινικοῦν, ῥιζία λεπτὰ καὶ πλείω. ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα.