Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 12
Dioscurides Pedianus, De materia medica 12.2
Not analysed yet
2 ἔστι δὲ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευκον ἐν τῷ μελανίζοντι, ἄθραυστον καὶ ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον δὲ τῇ γεύσει καὶ μὴ ἁλμυρίζον. τὸ δὲ ἀδρανὲς καὶ λελεπτοκοπημένον εὐρωτιῶσαν ἔχον τὴν ἀποφορὰν φαῦλον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ νάρδῳ, ἐνεργέστερον δὲ ἐκείνη πάντα ποιεῖ. διουρητικωτέρα μέντοι καὶ εὐστομαχωτέρα ἐστὶν ἡ τοῦ μαλαβάθρου δύναμις, καὶ πρὸς τὰς ὀφθαλμικὰς φλεγμονὰς ἁρμόζει ἀναζεσθὲν ἐν οἴνῳ καὶ λεῖον ἐπιχριόμενον· ὑποτίθεται καὶ τῇ γλώσσῃ πρὸς εὐωδίαν στόματος καὶ σὺν ἱματίοις τίθεται· ἄβρωτα γὰρ καὶ εὐώδη τηρεῖ ταῦτα.