# De materia medica 14.2

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/14.2

δοκιμάζων δὲ ἀπὸ 2 μιᾶς ῥίζης λάμβανε τὸν θαλλόν· εὐχερὴς γὰρ ἡ τοιαύτη δοκιμασία. τὰ γὰρ θραύσματα μείγματα τυγχάνει καὶ κατὰ τὴν πρώτην δοκιμασίαν τὰ κρείττονα περιπνέοντα καὶ πληροῦντα τὴν ὄσφρησιν ἐμποδίζει τὴν τοῦ ἥττονος ἐπίκρισιν. ἔστι δὲ καὶ ὀρεινόν, παχὺ καὶ κολοβόν, σφόδρα ὑπόκιρρον τὴν χρόαν· καὶ τρίτον παρὰ τὸ Μόσυλον μέλαν καὶ λεῖον, ἰνῶδες δὲ καὶ οὐ πολυγόνατον· τέταρτον λευκόν, χαῦνον, ὀγκῶδες ἰδέσθαι καὶ εὐγενές, εὔθραυστόν τε καὶ μεγάλην ἔχον ῥίζαν · πέμπτον κασσίζον τῇ ὀσμῇ καὶ πληκτικόν, ὑπόκιρρον δὲ καὶ προσεμφερὲς τὸν φλοιὸν κασσίᾳ πυρρᾷ, πρὸς τὴν ἁφὴν δὲ στερεόν, οὐ πάνυ ἰνῶδες, παχύρριζον. τούτων δὲ τὸ πνέον λιβανωτοῦ ἢ μυρσίνης ἢ κασσίας ἢ βρωμώδους εὐωδίας ἧττόν ἐστιν.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
