Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 14
Dioscurides Pedianus, De materia medica 14.4
Not analysed yet
4 δύναμιν δὲ ἔχει πᾶν κινάμωμον θερμαντικήν, οὐρητικήν, μαλακτικήν, πεπτικήν· ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα πινόμενον καὶ προστιθέμενον μετὰ σμύρνης, καὶ ἰοβόλοις θηρίοις καὶ θανασίμοις ἁρμόζει καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἀποκαθαίρει, φακούς τε καὶ ἐφήλεις μετὰ μέλιτος ἐπιχρισθὲν αἴρει. ποιεῖ δὲ καὶ πρὸς βῆχας, κατάρρους, ὕδρωπας, νεφρίτιδας, δυσουρίας· μείγνυται δὲ καὶ τοῖς πολυτελέσι μύροις καὶ καθόλου ἐστὶ πολύχρηστον. ἀποτίθεται δὲ εἰς διαμονὴν λεῖον οἴνῳ ἀναλαμβανόμενον καὶ ξηραινόμενον ἐν σκιᾷ.