# De materia medica 155

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 155. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/155

155 ἄσκυρον· οἱ δὲ ἀσκυροειδές, οἱ δὲ ἀνδρόσαιμον. καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερον δὲ καὶ πεφοινιγμένον· ἄνθη δὲ μήλινα φέρει, καρπὸν ὅμοιον ὑπερικῷ, ὄζοντα ῥητίνης καὶ ἐν τῳ παρατριβῆναι οἱονεὶ αἱμάσσοντα τούς δακτύλους, ὡς διὰ τοῦτο ἀνδρόσαιμον καλεῖσθαι. ποιεῖ δὲ καὶ ὁ τούτου καρπὸς πρὸς ἰσχιάδας πινόμενος μεθʼ ὑδρομέλιτος κοτυλῶν δυεῖν ἄγει δὲ χολώδη καὶ κόπρια πολλά· συνεχῶς δὲ δεῖ διδόναι, ἄχρι ἄν ὑγιασθῶσι. ποιεῖ καὶ πρὸς πυρίκαυτα ἐπιπλασθεῖσα.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
