Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 16
Dioscurides Pedianus, De materia medica 16.1
Not analysed yet
16 κόστου διαφέρει ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν, δευτερεύει δὲ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ, τρίτος δέ ἐστιν ὁ Συριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δέ ἐστιν ὁ πρόσφατος, λευκός, πλήρης δι᾿ ὅλου, πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, γεύσει δηκτικὸς καὶ πυρώδης. δύναμιν δὲ ἔχει θερμαντικήν, διουρητικήν, ἐμμήνων ἀγωγὸν καὶ τῶν περὶ ὑστέραν παθῶν ἀρωγὸν ἐν προσθέμασι καὶ πυριάσεσι καὶ καταντλήμασι.