Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 16
Dioscurides Pedianus, De materia medica 16.1-2
Not analysed yet
16 ἐχίδνης σὰρξ ἑψηθεῖσα καὶ ἐσθιομένη ὀξυδερκεῖς ποιεῖ τὰς ὄψεις καὶ πρὸς τὰ νευρικά ἁρμόζει καὶ τὰς αὐξανομένας χοιράδας ἵστησι. δεῖ δὲ ἐκδείραντας αὐτὴν ἀποκόπτειν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν διὰ τὸ ἐν αὐτοῖς ἄσαρκον —μυθώδης γὰρ ἡ πρὸς τὸ μέτρον ἀποκοπὴ τῶν ἄκρων —τὸ δὲ λοιπὸν ἀφαιρεθέντων τῶν ἐντοσθιδίων πλύναντάς τε καὶ τεμαχίσαντας ἕψειν μετὰ ἐλαίου καὶ οἴνου καὶ ἀλῶν ὀλίγων καὶ ἀνήθου. φασὶ δὲ τοὺς προσφερομένους φθεῖρας γεννᾶν, ὅπερ ἐστὶ ψεῦδος· προσιστοροῦσι δὲ ἔνιοι καὶ μακρογήρως γίνεσθαι τοὺς ἐσθίοντας αὐτάς.