Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 18
Dioscurides Pedianus, De materia medica 18.1
Not analysed yet
18 κάλαμος ἀρωματικὸς φύεται μὲν ἐν Ἰνδίᾳ, ἔστι δὲ αὐτοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλμοὺς θραυόμενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπολεύκων, ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς. δύναται δὲ οὖρα κινεῖν ποθείς, ὅθεν ἁρμόζει μετὰ ἀγρώστεως ἢ σελίνου σπέρματος ἀφεψηθεὶς καὶ ποθεὶς ὑδρωπικοῖς, νεφριτικοῖς, στραγγουριῶσι, ῥήγμασιν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενος καὶ προστιθέμενος, βῆχάς τε ἰᾶται ὑποθυμιώμενος καθ᾿ ἑαυτὸν καὶ σὺν ῥητίνῃ τερεβινθίνῃ τοῦ καπνοῦ διὰ σύριγγος ἑλκομένου τῷ στόματι. ἀφέψεται δὲ καὶ εἰς ἐγκαθίσματα γυναικεῖα· μείγνυται δὲ καὶ μαλάγμασι καὶ θυμιάμασι πρὸς εὐωδίαν.