Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 21
Dioscurides Pedianus, De materia medica 21.2
Not analysed yet
2 ῥίζα δὲ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπι|φάνειαν, ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν· πινομένη δὲ ἄγει οὖρα καὶ ἔμμηνα καὶ στρόφους καὶ ἐμπνευματώσεις λύει, ἡπατικοῖς δὲ καὶ θηριοδήκτοις καὶ θανασίμοις ἁρμόζει σὺν οἴνῳ· πίνεται δὲ πρὸς τὰ πλεῖστα σὺν σταφυλίνου σπέρματι δραχμῆς μιᾶς τὸ πλῆθος. ἱστορεῖται δʼ ὅτι περιαπτομένη διαφορεῖ φύματα καὶ καταπλασσομένη.