Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 23
Dioscurides Pedianus, De materia medica 23.1
Not analysed yet
23 ἀψίνθιον· γνώριμος ἡ πόα. ἐστι δὲ αὐτοῦ βέλτιον τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γεννώμενον ἐν ὄρει τῳ καλουμένῳ Ταύρῳ. δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἀποκαθαρτικὴν τῶν ἐνηρεικότων στομάχῳ καὶ κοιλίᾳ χολωδῶν. ἐστι δὲ καὶ οὐρητικὸν καὶ ἀκραίπαλον προπινόμενον, καὶ πρὸς ἐμπνευματώσεις δὲ ἁρμόζει καὶ κοιλίας καὶ στομάχου ἀλγήματα πινόμενον μετὰ σεσέλεως ἢ νάρδου Κελτικῆς, καὶ ἀνορεξίας καὶ ἰκτερικούς θεραπεύει τὸ ἀπόβρεγμα αὐτοῦ ἢ τὸ ἀφέψημα καθʼ ἑκάστην ἡμέραν λαμβανόμενον εἰς πλῆθος κυάθων τριῶν.