Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 23
Dioscurides Pedianus, De materia medica 23.3
Not analysed yet
καταπλάσσεται δὲ καὶ πρὸς ὑποχόνδρια καὶ ἧπαρ καὶ 3 στόμαχον ἐπάνω χρονίως πάσχοντα συνεκλειούμενον κηρωτῇ Κυπρίνῃ, πρὸς δὲ στόμαχον ῥοδίνη· ἁρμόζει δὲ καὶ σπληνικοῖς καὶ ὑδρωπικοῖς μιγέντων αὐτῷ σύκων καὶ νίτρου καὶ αἰρίνου ἀλεύρου. σκευάζεται δὲ καὶ οἷνος ὁ λεγόμενος ἀψινθίτης διʼ αὐτοῦ, μάλιστα περὶ τὴν Προποντίδα καὶ Θρᾴκην, ᾧ πρὸς τὰ προειρημένα χρῶνται ἐν ἀπυρεξίᾳ· καὶ ἄλλως δὲ προπίνουσι θέρους ὑγιείας ποιητικὸν εἶναι νομίζοντες.