Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 25
Dioscurides Pedianus, De materia medica 25.1
Not analysed yet
25 κῦφι θυμιάματός ἐστι σκευασία κεχαρισμένη θεοῖς· χρῶνται δὲ αὐτῷ κατακόρως οἱ ἐν Αἰγύπτῳ ἱερεῖς. μείγνυται δὲ καὶ ἀντιδότοις, καὶ ἀσθματικοῖς δίδοται ἐν ποτήμασι. σκευασίαι δὲ αὐτοῦ ἐμφέρονται πλείονες, ἐν αἷς ἐστι καὶ αὕτη· κυπέρου ἡμίξεστον, ἀρκευθίδος ἁδρᾶς τὸ αὐτό, σταφίδος λιπαρᾶς ἐκγεγιγαρτισμένης μνᾶς δεκαδύο, ῥητίνης ἀποκεκαθαρμένης μνᾶς πέντε, καλάμου ἀρωματίτου, ἀσπαλάθου, σχοίνου, ἑκάστου μνᾶν μίαν, σμύρνης δραχμὰς δεκαδύο, οἴνου παλαιοῦ ξέστας ἐννέα, μέλιτος μνᾶς δύο.