Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 26
Dioscurides Pedianus, De materia medica 26.2
Not analysed yet
2 δολοῦται δὲ μείξει κροκομάγματος κεκομμένου καὶ λιθαργύρου ἢ μολυβδαίνης διὰ τὸ βάρος ἑψήματί τε ἀλείφεται. δηλοῖ δὲ ταῦτα τό τε ἐντρέχειν κονιορτῶδες καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγχάνειν. δύναμιν δὲ ἔχει πεπτικήν, μαλακτικήν, ὑποστύφουσαν, οὐρητικήν, παρέχει τε εὔχροιαν καὶ ἀκραίπαλός ἐστι μετὰ γλυκέος πινόμενος, ῥεῦμά τε ὀφθαλμῶν ἐπιχριόμενος στέλλει σὺν γάλακτι γυναικείῳ.