# De materia medica 27.2

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/27.2

2 καὶ βῆχας θεραπεύει σὺν μέλιτι ἐκλειχομένη· καὶ κνησμοὺς δὲ καὶ ψώραν καὶ ἴκτερον τὸ ἀφέψημα αὐτῆς ἐν λουτρῷ ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτῆς χλωρᾶς οὔσης παρίσθμια καὶ κιονίδας καὶ ἄφθας θεραπεύει καὶ αἷμα διὰ ῥινῶν ἄγει σὺν ἐλαίῳ ἰρίνῳ ἐγχυματιζόμενος· σὺν γάλακτι δὲ καὶ ὠταλγίας παρηγορεῖ ἐμετικόν τε φάρμακον δι᾿ αὐτῆς σκευάζεται καὶ κρομύων καὶ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα, πάντων ἐν χαλκῷ Κυπρίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡλιασθέντων ἐπὶ ἡμέρας τεσσαράκοντα· ὑποστρωννυμένη δὲ ἡ πόα ἐρπετὰ διώκει.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
