Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 28
Dioscurides Pedianus, De materia medica 28.1
Not analysed yet
28 Ἑλένιον· οἱ δὲ σύμφυτον, οἱ δὲ Περσικήν, οἱ δὲ Μηδικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον, οἱ δὲ κλεώνιον, οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον καλοῦσι. φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη, —καυλὸν δὲ οὐκ ἀνίησι —ῥίζαν μεγάλην, εὐώδη, ὑπόδριμυν, κιρράν, ἀφ᾿ ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων αἱ παραφυάδες λαμβάνονται. γίνεται δὲ ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἐνίκμοις τόποις.