Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 3
Dioscurides Pedianus, De materia medica 3.2
Not analysed yet
δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν, στυπτικήν· βοηθεῖ δὲ 2 θηριοδήκτοις ποτιζομένη δραχμῶν δυεῖν πλῆθος μετὰ πεπέρεως καὶ πηγάνου καὶ οἴνου, τοῦ δὲ χυλίσματος ὅσον δραχμὴ μία, καὶ πρὸς ὀδύνας πλευρῶν, πτώματα, στρέμματα, ῥήγματα· εὐθετεῖ καὶ ἡπατικοῖς, στομαχικοῖς πινομένη μεθʼ ὕδατος. ἐκβάλλει δὲ ἔμβρυα ἡ ῥίζα ὡς κολλύριον προστιθεμένη· ἐστι δὲ τραυματικὴ ἐπιτιθεμένη ὡς τὸ λύκιον ὑπονόμων τε ἑλκῶν ἴαμα, καὶ μάλιστα τὸ χύλισμα, καὶ ὀφθαλμῶν ἐπίχρισμα φλεγμαινόντων. μίγνυται δὲ καὶ εἰς τὰ δριμέα τῶν κολλυρίων τὸ χύλισμα ἀντὶ μηκωνίου· ἐστι δὲ καὶ ἀλφῶν σμηκτικὸν ἡ ῥίζα.