# De materia medica 30.2-2

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/30.2-2

θερμαντικαὶ δὲ πᾶσαι καὶ οὐρητικαὶ καὶ εὐκοίλιοι πινομένου 2 τοῦ ἀφεψήματος· ὑποβιβάζουσι γὰρ τὰ χολώδη· εὔθετοι καὶ σπληνικοῖς ποτιζόμεναι μετʼ ὄξους καὶ τοῖς ἰξίαν πεπωκόσι μετʼ οἴνου· καὶ ἔμμηνα δὲ ἄγουσι, βηξί τε καὶ περιπνευμονίαις σὺν μέλιτι ἐν ἐκλεικτῷ δίδοται. ἐστι δὲ τὸ πότημα ἐπιεικές, ὅθεν τοῖς ἀσώδεσι καὶ κακοστομάχοις καὶ ὀξυρεγμιῶσι δίδοται καὶ ἐφ᾿ ὧν ἄλυσις καὶ ναυτία καὶ θέρμη ὑποχονδρίων παρακολουθεῖ, διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθεῖσα μετʼ ἀλφίτων.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
