Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 33
Dioscurides Pedianus, De materia medica 33.1
Not analysed yet
33 ἀμυγδάλινον ἔλαιον, ὅ τινες μετώπιον καλοῦσι, σκευάζεται οὕτως· ἀμυγδάλων πικρῶν χοίνικας τέσσαρας καθάρας καὶ ξηράνας κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως, μέχρι μᾶζα γένηται, ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας δύο ἔασον συμπιεῖν ἡμιώριον, ἀφ᾿ ἧς πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου καὶ τὸ ἀπὸ τῶν δακτύλων εἰς μύακα ἀναλάμβανε, εἶτα πάλιν εἰς τὸ ἀποτεθλιμμένον κοτύλην μίαν ὕδατος ἐπιχέας καὶ συμπιεῖν ἐάσας τὸ αὐτὸ ποίει· ἀποδίδωσι δὲ κοτύλην μίαν τὸ τετραχοίνικον.