# De materia medica 35.2

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/35.2

πασῶν δὲ τὰ 2 φύλλα γευομένῳ πυρωτικά ἰσχυρῶς καὶ δριμέα, ῥίζα ἄχρηστος. φύεται δʼ ἐν πεδίοις καὶ ἐν τραχέσι τόποις καὶ καθύγροις. πινομένη δὲ καὶ καταπλασσομένη ἀρήγει ἑρπετοδήκτοις· ἄγει δὲ καὶ οὖρα τὸ ἀφέψημα πινόμενον· βοηθεῖ δὲ καὶ ῥήγμασι καὶ σπάσμασι καὶ ὀρθοπνοίᾳ καὶ στρόφοις καὶ χολέρᾳ καὶ ῥίγει, καὶ πρὸς τὰ θανάσιμα προπινομένη ποιεῖ σὺν οἴνῳ καὶ ἴκτερον ἀποκαθαίρει ἕλμινθάς τε κτείνει καὶ ἀσκαρίδας σὺν ἁλσὶ καὶ μέλιτι πινομένη ἑφθή τε καὶ ὠμὴ τετριμμένη, ὠφελεῖ

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
