Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 39
Dioscurides Pedianus, De materia medica 39.1
Not analysed yet
39 μυρσίνινον δὲ σκευάζεται οὕτως· λαβὼν τὰ ἁπαλὰ φύλλα τῆς μελαίνης μυρσίνης ἀγρίας ἢ ἡμέρου κόπτε πιέζων· ἴσον δὲ τῷ χυλῷ ἐλαίου ὀμφακίνου μίσγων χλίαινε ἐπ᾿ ἀνθράκων, ἕως ἂν συνεψηθῇ, αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ σκευασία· τὰ ἁπαλὰ τῶν φύλλων κόψαντα ἕψειν μετὰ ὕδατος καὶ ἐλαίου καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδιωτικὸν δὲ τὰ φύλλα καθέντα εἰς ἔλαιον ἐν ἡλίῳ ἀποβρέχειν· ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ, κυπέρῳ, σχοίνῳ.