Ancient Greek
4.3 to 4.4
Dioscurides Pedianus, De materia medica 4.3-4
Not analysed yet
ἐστι δέ τις καὶ τρίτη μακρά, ἥτις 3 καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑποστρογγύλοις ἀειζῴου τοῦ μικροῦ ἐοικόσι περίπλεα, ἄνθη ἐοικότα πηγάνῳ, ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα, ἰδίως χρησιμευούσας μυρεψοῖς εἰς τάς τῶν μύρων στύψεις. ποιεῖ δὲ πρὸς μὲν τὰ ἄλλα φάρμακα ἡ στρογγύλη, πρὸς 4 δὲ τὰ ἑρπετὰ καὶ θανάσιμα ἡ μακρά δραχμῆς μιᾶς ὁλκὴ πινομένη μετʼ οἴνου καὶ καταπλασσομένη καὶ τὰ ἐν μήτρᾳ συνιστάμενα πάντα λοχεῖα καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὰ αὐτὰ δρᾷ.