# De materia medica 42.2

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/42.2

ἐπεὶ δὲ καὶ τὰ μύρα εὐθετεῖ ἐπ᾿ ἐνίων παθῶν καὶ μειγνύμενα 2 φαρμάκοις καὶ ἐμβρεχόμενα καὶ ὀσφραινόμενα, ἀκόλουθον ἡγούμεθα καὶ τὴν τούτων παράδοσιν ποιήσασθαι· ἃ δεῖ δοκιμάζοντας ἐπιβλέπειν, εἰ ἀφ᾿ οὗ ἡ κλῆσίς ἐστι τοῦ μύρου, ἐκεῖνο ποιεῖ κατὰ τὴν ὄσφρησιν. ἀρίστη δέ ἐστιν ἡ τοιαύτη κρίσις· ἐπ᾿ ἐνίων μέντοι οὐ φυλάττεται τὸ τοιοῦτον δι᾿ ἐπικράτειαν μειγμάτων σφοδροτέρων, ὡς ἐπὶ ἀμαρακίνου καὶ κροκίνου καὶ τηλίνου καὶ ἄλλων τινῶν, ἅπερ ἐκ τῆς περὶ αὐτὰ συγγυμνασίας δοκιμαστέον.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
