Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 46
Dioscurides Pedianus, De materia medica 46.1
Not analysed yet
46 καλοῦσί τινες πήγανον ἄγριον καὶ τὸ ἐν Καππαδοκίᾳ καὶ ἐν τῇ κατʼ Ἀσίαν Γαλατίᾳ λεγόμενον μῶλυ. ἐστι δὲ θάμνος ἀπὸ μιᾶς ῤίζης πολλὰς ἀναφέρων ῥάβδους, ἔχων φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου καὶ τρυφερώτερα, βαρύοσμα, ἄνθος λευκὸν ἐπ᾿ ἄκρου τε κεφάλια ὀλίγῳ μείζονα τοῦ ἡμέρου πηγάνου, ἐκ τριῶν μάλιστα μερῶν συγκείμενα, ἐν οῖς σπέρμα ὑπόκιρρον, τρίγωνον, πικρὸν κανῶς πρὸς τὴν γεῦσιν, οὖ καὶ ἡ χρῆσις.