Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 48
Dioscurides Pedianus, De materia medica 48.1
Not analysed yet
48 σαμψουχίνου σκευασία· ἑρπύλλου, κασσίας, ἁβροτόνου, σισυμβρίου ἄνθους, μυρσίνης πετάλων, σαμψούχου, ἑκάστου αὐτῶν λαμβάνων στοχασμῷ πρὸς τὴν ἑκάστου αὐτῶν δύναμιν ἀποβλέπων, κόπτε ἐν τῷ αὐτῷ πάντα καὶ ἐπίχεε ἐλαίου ὀμφακίνου τοσοῦτον, ὥστε μὴ κατακρατεῖσθαι τὴν δύναμιν τῶν ἐν αὐτῷ βρεχομένων, καὶ ἔασον ἡμέρας τέσσαρας καὶ ἔκθλιβε, καὶ πάλιν τὸ αὐτὸ πλῆθος τῶν αὐτῶν προσφάτων ἀπόβρεχε τὸν ἴσον χρόνον καὶ ἐξίπου ἔστι γὰρ εὐτονώτερον. ἐκλέγου δὲ τὸ μελάγχλωρον τῇ χρόᾳ, σαμψούχου πολλῆς ὄζον, μετρίως δριμύ.