Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 49
Dioscurides Pedianus, De materia medica 49.1
Not analysed yet
49 ἀλεκτορίδες ἀνασχισθεῖσαι καὶ ἐπιτεθεῖσαι ἔνθερμοι τοῖς τῶν ἑρπετῶν δήγμασι βοηθοῦσι· δεῖ δὲ συνεχῶς ταύτας ἀλλάσσειν. καὶ ὁ ἐγκέφαλος δὲ αὐτῶν ἐν ποτήματι θηριοδήκτοῖς σὺν οἴνῳ δίδοται καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας ἐπέχει. τοῦ δʼ ἄρρενος τὸ κατὰ τὰ ἐντὸς ὑποκείμενον τῇ κοιλίᾳ κερατῶδες,· ἀποδερόμενον δὲ ἐν ταῖς ἑψήσεσι ξηρανθὲν ἁρμόζει στομαχικοῖς λεῖον πινόμενον μετʼ οἴνου. ὁ δὲ ζωμὸς τοῦ νόσσακος μάλιστα δίδοται ἐπικράσεως χάριν φαυλοτήτων καὶ ἐπὶ τῶν στόμαχον πυρουμένων λιτῶς σκευασθείς.