# De materia medica 49

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/49

49 ὠκιμίνον σκευασία· τοῦ εἰς τὸ κύπρινον ἠρωματισμένου, ὡς ἀποδείξομεν (I 55), λαβὼν ἐλαίου λίτρας εἴκοσι, ὠκίμου σταθμῷ λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἀποφυλλίσας ἀπόβρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. ἐκκενώσας δὲ τὸ ἀπὸ τῆς κυρτίδος ἐπίχει πάλιν τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τοῦτο δευτερεῖον· τρίτην γὰρ οὐκ ἐπιδέχεται βροχήν. εἶτα προσφάτου ὠκίμου λαβὼν τὸ ἴσον πάλιν ἀπόβρεχε, ὡς ἐπὶ τοῦ ῥοδίνου εἴρηται (I 43), τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον ἔκθλιβε καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρόσφατον ἀεὶ ὤκιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφοκίνου σκευάζεσθαι· βέλτιον δὲ ἐκείνως. δύναται δὲ τὸ αὐτὸ τῷ σαμψουχίνῳ, ἔλαττον ἐνεργοῦν.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
