# De materia medica 53.2-3

Dioscurides Pedianus, De materia medica, 53.2 to 53.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/53.2

τὸ δὲ Αἰθιοπικὸν λεγόμενον σέσελι | φύλλα μὲν ἔχει ὡς 2 κισσοῦ, ἐλάσσονα δὲ καὶ ἐπιμήκη πρὸς τὰ τοῦ περικλυμένου· θάμνος δὲ μέγας κλήμασιν ὡς διπήχεσιν, ἐφʼ οὖ κλάδοι σπιθαμιαῖοι, κεφάλια δὲ ὡς ἀνήθου, σπέρμα δὲ μέλαν, πυκνὸν ὡς πυρός, δριμύτερον δὲ καὶ εὐωδέστερον τοῦ Μασσαλιωτικοῦ, ἡδὺ ἰσχυρῶς· δύναται δὲ τὰ αὐτά. 3 τὸ δὲ ἐν Πελοποννήσῳ γινόμενον φύλλα ἔχει κωνείῳ παραπλήσια, τραχύτερα δὲ καὶ παχύτερα, καυλὸν μείζονα τοῦ Μασσαλιωτικοῦ, ναρθηκοειδῆ, ἐπʼ ἄκρου δὲ σκιάδιον πλατύ· ἐν δὲ τούτῳ καρπὸς πλατύτερος καὶ σαρκωδέστερος καὶ εὐωδέστερος. δύναμιν δὲ τὴν αὐτὴν ἔχει. φύεται δὲ ἐν τραχέσι τόποις καὶ ἐφύδροις καὶ γεωλόφοις· γεννᾶται δὲ καὶ ἐν τῇ Ἴδῃ.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
