Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 55
Dioscurides Pedianus, De materia medica 55.2
Not analysed yet
ὅταν δὲ καὶ 2 μετὰ τούτου ζέσῃ, καθελὼν ἀπήθησον τοῦ χαλκοῦ τὸ ἔλαιον καὶ κατάχει κατὰ τοῦ καρδαμώμου κεκομμένου καὶ πεφυραμένου τῷ λοιπῷ ὕδατι καὶ κίνει σπάθη, ἕως ἂν ψυγῇ, μὴ διαλείπων. εἶτα ἀπηθήσας τὸ ἔλαιον ἔμβαλε εἰς τὰς εἴκοσιν ὀκτὼ τοῦ ἐλαίου λίτρας ἄνθους κύπρου λίτρας τεσσαράκοντα ἓξ οὐγγίας ὀκτώ, ἐάσας τε ἀποβραχῆναι ἐξίπωσον διὰ σφυρίδος. ἐὰν δὲ πλείω θέλῃς, τοῦ νεαροῦ ἄνθους τὸ ἴσον ἐμβαλὼν πλῆθος ὁμοίως ἐξίπου, ἐάν τε δίβροχον ἐάν τε τρίβροχον βούλῃ ποιεῖν· δυναμικώτερον γὰρ γίνεται.