Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 56
Dioscurides Pedianus, De materia medica 56.3
Not analysed yet
3 κράτιστον δὲ ὑπάρχει τὸ ἐν τῇ ἀσφρήσει μηδενὸς ἄλλου, μόνης δὲ τῆς ἴριδος πνέον. τοιοῦτον δέ ἐστι τὸ ἐν Πέργῃ τῇς Παμσφυλίας καὶ ἐν Ἤλιδι τῆς Ἀχαίας γινόμενον. δύναμιν δὲ ἔχει μαλακτικήν, θερμαντικήν, ἐσχάρας τε καὶ σηπεδόνας καὶ ῥυπαρίας ἀνακαθαίρει καὶ ταῖς περὶ μήτραν διαθέσεσιν ἁρμόζει, φλεγμοναῖς τε καὶ μύσεσιν, ἔμβρυά τε ἐκβάλλει καὶ αἱμορροίδας ἀναστομοῖ, πρός τε ἤχους ὤτων σὺν ὄξει καὶ πηγάνῳ καὶ πικροῖς ἀμυγδάλοις, καὶ πρὸς κατάρρους χρονίζοντας διαχριομένων τῶν μυξωτήρων καὶ πρὸς ὀζαίνας.