Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 58
Dioscurides Pedianus, De materia medica 58.1
Not analysed yet
58 ἀμαράκινον δὲ ἐν Κυζίκῳ κάλλιστον γίνεται. σκευάζεται δὲ διά τε ὀμφακίνου ἐλαίου καὶ βαλανίνου, στυφομένων ξυλοβαλσάμῳ, σχοίνῳ, καλάμῳ, ἡδυνομένων δὲ ἀμαράκῳ, κόστῳ, ἀμώμῳ, νάρδῳ, κασσίᾳ, καρπῷ βαλσάμου καὶ σμύρνῃ. οἱ δὲ πολυτελέστερον αὐτὸ ποιοῦντες μίσγουσι καὶ κινάμωμον· παραλαμβάνεται δὲ μέλι καὶ οἶνος εἰς τὴν τῶν ἀγγείων χρίσιν καὶ φύραδιν τῶν κεκομμένων ἀρωμάτων.